ΓΑΛΗΝΟΥ ΕΙΣ ΤΟ ΠΕΡΙ ΑΡΘΡΩΝ ●<ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ> Ὅτι μὲν τὸ βιβλίον ἕπεται τῷ Περὶ ἀγμῶν, εἴρηται μὲν ἤδη καὶ διὰ τῶν εἰς ●ἐκεῖνο γεγραμμένων ὑπομνημάτων͵ εἰρήσεται δὲ καὶ νῦν ἐπὶ βραχύ. πρῶτον μὲν ●οὖν ἀπὸ τῶν ἀρχῶν ἑκατέρου τῶν βιβλίων δῆλον. ἐν ●ἐκείνῳ μὲν γὰρ οὕτως ἄρχεται· «Ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίων ●τε καὶ κατηγμάτων ὡς ●εὐθυτάτας●τὰς κατατάσιας ●ποιεῖσθαι»͵ ●μηνύων σαφῶς, ὅτι περὶ καταγμάτων αὐτῷ καὶ ἐξαρθρημάτων ὁ λόγος ἔσοιτο. ●κατὰ δὲ τοῦτο πάλιν εὐθὺς ἐν ἀρχῇ τὸν «δὲ» σύνδεσμον ἔγραψεν ἐπὶ προειρημένῳ ●μέν τινι πάντως λεγόμενον͵ ἀρχόμενον δ᾽ οὐδέποτε ●λόγου. καίτοι τινὲς εἰς τοσοῦτον ἥκουσιν σοφίας ὥστε τοῦ Ξενοφῶντος ●Οἰκονομικοῦ μνημονεύειν οἰόμενοι μαρτυρεῖν αὐτοῖς ●ἔθος εἶναι τοῖς παλαιοῖς ἐν ἀρχῇ λόγου χρῆσθαι τῷ «δὲ» συνδέσμῳ. διὰ ●τοῦτο γοῦν●ἄρχεσθαι τὸν Ξενοφῶντα τοῦ συγγράμματός φασιν οὕτως· «Ἤκουσα ●δὲ αὐτοῦ ●[φασι] καὶ περὶ οἰκονομίας τοιάδε ●[μοι] διαλεγομένου»͵ μὴ γιγνώσκοντες, ὅτι τὸ βιβλίον τοῦτο τῶν Σωκρατικῶν ἀπομνημονευμάτων ἐστὶν τὸ ἔσχατον.ἀλλ᾽ ●ἐπὶ δή γε ●τοῦ Περὶ ἄρθρων συγγράμματος αὐτὴ τῶν πραγμάτων ἡ διδασκαλία τὴν ἀκολουθίαν ἐνδείκνυται πρὸς ●τὸ Περὶ τῶν ἀγμῶν· ἐπαγγειλάμενος γὰρ ἐν ἐκείνῳ περὶ τῶν ἐκπτώσεών τε καὶ ●κατηγμάτων ἐρεῖν͵ ὅσα μὴ διῆλθεν ἐν αὐτῷ͵ κατὰ τοῦτο προσέθηκεν ὡς μηδὲν ●λείπειν τῇ πραγματείᾳ διὰ τοῦτο. διὸ καί τινας ●ἔφην οὐχ ὑπ᾽ αὐτοῦ λέγειν Ἱπποκράτους εἰς δύο βιβλία τετμῆσθαι τὴν ὅλην πραγματείαν͵ ἀλλ᾽ ὑπ᾽ ἐκείνου μὲν ἓν ●γεγράφθαι βιβλίον ἐπιγραφὲν ὑπ᾽ αὐτοῦ Κατ᾽ ἰητρεῖον͵ ὕστερον δὲ ὑπ᾽ ἄλλου τινὸς εἰς δύο τμηθῆναι διὰ τὸ μέγεθος. ὅτι δ᾽ οὐδὲν οὔτ᾽ ἐξαρθρήματος εἶδος οὔτε κατάγματος ὑπελείπετο πλὴν τὰ περὶ κεφαλὴν γιγνόμενα – ●<ἄλλο γὰρ ●εἵλετο>●μᾶλλον ἐπ᾽ ἐκείνοις σύγγραμμα ποιήσασθαι –͵ δῆλόν ●●ἐστιν ἀναμνησθέντι σοι τῶν τ᾽ ἐν τῷ Περὶ ἀγμῶν ὑπ᾽ αὐτοῦ διδαχθέντων͵ ὧν ●τε ἐν τούτῳ τῷ βιβλίῳ μέλλει διελθεῖν. ●ἐν μὲν οὖν τῷ Περὶ ἀγμῶν ἔγραψεν περὶ ●πήχεως καὶ βραχίονος καὶ κνήμης καὶ μηροῦ κατεαγότων͵ εἶθ᾽ ἑξῆς περὶ τῶν ἐν ποδὶ καὶ ἄκρᾳ χειρὶ κἄπειτα περὶ τῶν μεθ᾽ ἕλκους καὶ ὅσα ●γυμνοῦται τῶν ὀστῶν͵ εἶτα περὶ τῶν κατὰ γόνυ καὶ κατ᾽ ἀγκῶνα πάντων. ●ὑπελείπετ᾽ οὖν ἔτι τῶν μὲν ἄρθρων τὸ κατ᾽ ὦμον ●καὶ κατ᾽ ἰσχίον καὶ ●γένυας καὶ ῥάχιν, τῶν καταγμάτων δὲ τὰ κατὰ τὰς πλευρὰς καὶ γένυν καὶ ῥῖνα καὶ ὦτα͵ περὶ ὧν ἐν τούτῳ τῷ βιβλίῳ διῆλθεν. ἀλλὰ καὶ περὶ διαστάσεως ὀστῶν καὶ περὶ θλασμάτων τῶν περὶ τὰ ἄρθρα κατ᾽ ἀμφότερα τὰ βιβλία διαλεγόμενος͵ εἴ τι ●παρέλιπεν ἐν τῷ Περὶ ἀγμῶν, ἐνταῦθα προσέθηκεν ὥστε μηδὲν ●ὅλως●ἔτι ●λείπεσθαι μήτε κατάγματος εἶδος μήτε ἐξαρθρήματος μήτε διαστάσεως ὀστῶν. εἴρηται δὲ καὶ περὶ τῶν θλασμάτων, ὅσα γίνεται περί τε τοὺς μύας καὶ τὰς φλέβας καὶ τὰ νεῦρα. καὶ ●ταῦτα μὲν οὖν, ὡς ἔφην, ●ἱκανὰ τὴν ἀκολουθίαν ἐπιδεῖξαι τοῦδε ●τοῦ βιβλίου πρὸς ●τὸ Περὶ ●τῶν ἀγμῶν, ἀλλὰ καὶ τὸ μηχάνημα ●συμβουλεύσας ἐν ἐκείνῳ τῷ βιβλίῳ●παρασκευάσασθαι τοῖς ἐν μεγάλῃ πόλει μέλλουσιν ἰατρεύειν, ●ἐνταῦθα τὴν ●κατασκευὴν αὐτοῦ σύμπασαν ἔγραψεν●ἅμα ●καὶ ●τῷ ἀναμιμνῄσκειν ●αὐτὸν ἡμᾶς, ὅτι καὶ πρόσθεν ὑπὲρ αὐτοῦ λόγον ἐποιήσατο. καλοῦσι δὲ τὸ μηχάνημα τοῦτο βάθρον Ἱπποκράτειον οἱ μετ᾽ αὐτὸν ἰατροί. ὅτι μὲν οὖν ἕπεται τὸ βιβλίον τοῦτο τῷ Περὶ τῶν ἀγμῶν, ἀρκείτω ταῦτα. πρὸς δὲ τὴν ἐξήγησιν ἴωμεν ●αὐτοῦ τοσοῦτον ●ἔτι προειπόντες, ●ὃ καὶ ●ἐπὶ τῆς ●τοῦ Περὶ ἀγμῶν ἐξηγήσεως ●προείπομεν͵ ὡς ●ἔστιν ἡ ἑρμηνεία τοῦ Ἱπποκράτους ἱκανῶς ●σαφὴς ἐλαχίστης ἐξηγήσεως δεομένη ●τῷ τὰ πρῶτα ●μαθήματα μεμαθηκότι καὶ εἰθισμένῳ λέξεως ἀκούειν ἀνδρὸς παλαιοῦ. καὶ εἴ τις οὕτως παρεσκευασμένος ●ἐπ᾽●ἀνθρωπίνων ὀστῶν θεάσαιτο τὰς κατὰ τὰς ●διαρθρώσεις συνθέσεις ἢ ●πάντως γε ἐπὶ πιθηκείων, ἔτι μᾶλλον αὐτῷ σαφῆ φανεῖται τὰ κατὰ τοῦτο τὸ βιβλίον. εἰ δὲ καὶ μυῶν ἀνατομῆς ἐμπείρως ἔχοι καὶ ἄλλως εἴη φύσει συνετός, οἶδ᾽ ὅτι καὶ τούτῳ πολλὰ τῶν ἐν τοῖσδε τοῖς ὑπομνήμασιν γεγραμμένων φανεῖται περιττὰ ●φθάνοντι νοεῖν τὴν λέξιν τοῦ παλαιοῦ καὶ πρὸ τῶν ἐμῶν ἐξηγήσεων. ἀλλ᾽ ●ἐπεὶ μὴ μόνον τοῖς τοιούτοις ὑπομνήματα γράφομεν, ἄμεινον εἶναί μοι δοκεῖ ●καὶ τῶν ἄλλων ●στοχαζομένῳ, εἰ καὶ βραχεῖά τις ἀσάφεια φαίνοιτο, ●μὴ παρέρχεσθαι ταύτην. |